Παρασκευή 16 Μαρτίου 2012

Η τρίτη στάση των χαιρετισμών

Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ὑμῖν τοῖς ὑπ' αὐτοῦ γενομένοις· ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον· ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες·
Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας· χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας.
Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα· χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί· χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ' οὗ σκέπτοναι πολλοί.
Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις· χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις· χαῖρε, πολλῶν πταιόντων συγχώρησις.
Χαῖρε, στολὴ τῶν γυμνῶν παρρησίας· χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεὸς ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος, βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τοὺς Αὐτῷ βοῶντας·

Ἀλληλούϊα.
λος ἦν ἐν τοῖς κάτω, καί τῶν ἄνω οὐδόλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε· καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα·
Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα· χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα· χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.
Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπί τῶν Χερουβείμ· χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπί τῶν Σεραφείμ.
Χαῖρε, ἡ ταναντία εἰς ταυτὸ ἀγαγοῦσα· χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνύσα.
Χαῖρε, δι' ἧς ἐλύθη παράβασις· χαῖρε, δι' ἧς ἠνοίχθη Παράδεισος.
Χαῖρε, ἡ κλείς τῆς Χριστοῦ βασιλείας· χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.
Πᾶσα φύσις Ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον· ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως·

Ἀλληλούϊα.
Ρήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί, Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τὸ πὼς καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας· ἡμεῖς δὲ τὸ Μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·
Χαῖρε, σοφίας Θεοῦ δοχεῖον· χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφρους ἀσόφους δεικνύουσα· χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοῖ συζητηταὶ· χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.
Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα· χαῖρε, τῶν ἀλιέων τὰς σαγῆνας πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα· χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.
Χαῖρε, ὁλκάς τῶν θελόντων σωθῆναι· χαῖρε, λιμήν τῶν τοῦ βίου πλωτήρων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.
Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι' ἡμᾶς ἐφάνη καθ' ἡμᾶς ἄνθρωπος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει·

Ἀλληλούϊα.

Πηγή :http://users.otenet.gr/~gmcr/bible/24oikoi.htm

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.